Απολλώνιος ο Τυανεύς εν Ρόδω
Για την αρμόζουσα παίδευσι κι αγωγήο Απολλώνιος ομιλούσε μ’ έναννέον που έκτιζε πολυτελήοικίαν εν Ρόδω. «Ἐγὼ δὲ ἐς ἱερὸν»5 είπεν ο Τυανεύς στο τέλος «παρελθὼνπολλῷ ἂν ἥδιον ἐν αὐτῷ μικρῷὄντι ἄγαλμα ἐλέφαντός τε καὶ χρυσοῦἴδοιμι ἢ ἐν μεγάλῳ κεραμεοῦν τε καὶ φαῦλον.»—
Το «κεραμεοῦν» και «φαῦλον»· το σιχαμερό:10 που κιόλας μερικούς (χωρίς προπόνησι αρκετή)αγυρτικώς εξαπατά. Το κεραμεοῦν και φαῦλον.
[1925, 1925*]
|
,-,-,-,-,
Φιλόστρατος, Τα ἐς τον Τυανέα Ἀπολλώνιον
Ἐτύγχανέ τι καὶ μειράκιον νεόπλουτόν τε καὶ ἀπαίδευτον οἰκοδομούμενον οἰκίαν τινὰ ἐν τῇ Ῥόδῳ καὶ ξυμφέρον ἐς αὐτὴν γραφάς τε ποικίλας καὶ λίθους ἐξ ἁπάντων ἐθνῶν. ἤρετο οὖν αὐτό, ὁπόσα χρήματα εἴη ἐς διδασκάλους τε καὶ παιδείαν ἀνηλωκός· ὁ δὲ «οὐδὲ δραχμήν» εἶπεν. «ἐς δὲ τὴν οἰκίαν πόσα;» «δώδεκα» ἔφη «τάλαντα, προσαναλώσαιμι δ᾽ ἂν καὶ ἕτερα τοσαῦτα». «τί δ᾽» εἶπεν «ἡ οἰκία βούλεταί σοι;» «δίαιτα» ἔφη «λαμπρὰ ἔσται τῷ σώματι, καὶ γὰρ δρόμοι ἐν αὐτῇ καὶ ἄλση καὶ ὀλίγα ἐς ἀγορὰν βαδιοῦμαι καὶ προσεροῦσί με οἱ ἐσιόντες ἥδιον, ὥσπερ ἐς ἱερὸν φοιτῶντες.» «ζηλωτότεροι δὲ» εἶπεν «οἱἄνθρωποι πότερον δι᾽ αὐτούς εἰσιν ἢ διὰ τὰ περὶ αὐτοὺς ὄντα;» «διὰ τὸν πλοῦτον», εἶπε, «τὰ γὰρ χρήματα πλεῖστον ἰσχύει». «χρημάτων δ᾽», ἔφη «ὦ μειράκιον, ἀμείνων φύλαξ πότερον ὁ πεπαιδευμένος ἔσται ἢ ὁ ἀπαίδευτος;» ἐπεὶ δὲ ἐσιώπησε, «δοκεῖς μοι», εἶπε «μειράκιον, οὐ σὺ τὴν οἰκίαν, ἀλλὰ σὲ ἡ οἰκία κεκτῆσθαι. ἐγὼ δὲ ἐς ἱερὸν παρελθὼν πολλῷ ἂν ἥδιον ἐν αὐτῷ μικρῷ ὄντι ἄγαλμα ἐλέφαντός τε καὶ χρυσοῦ ἴδοιμι ἢ ἐν μεγάλῳ κεραμεοῦν τε καὶ φαῦλον.»
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου